
Laudon. Gr. 42
List of Contents, Transcription of (Ps.)-Athanasius, Expositiones in Psalmos, and of the Unpublished Fragments (Ps 1 to Ps 30)
by
encoded by
FWF Project 32988
Available under the Creative Commons Attribution 4.0 International (CC BY 4.0)
2025-06-27
Oxford, Bodleian Library - Held at the Weston Library, MS. Laud Gr. 42
Facsimiles of the manuscript are not available online.
The pinakes identifier of the manuscript is: 48264
The content of the manuscript is:
- f. 5-13: Athanasius Alexandrinus, Ep. ad Marcellinum
- f. 13: Gregorius Nazianzenus, Carmina moralia
- f. 13v-15: Basilius Caesariensis, Hom. in Psalmos (Homiliae morales)
- f. 15-16: Iohannes Chrysostomus, In Epistulam ad Romanos homiliae 1-32
- f. 16-17: Cyrillus Alexandrinus, Expositio in Psalmos
- f. 17-18v: Iohannes Chrysostomus, Expositio in Psalmum 41
- f. 18v-258: Theodoretus Cyrensis, Interpretatio in Psalmos
- f. 258-264: Athanasius Alexandrinus, Expositiones in Psalmos
- f. 264-278: Basilius Caesariensis, Hom. in Psalmos (Homiliae morales)
- f. 278r-278v: Gregorius Nyssenus, In inscriptiones Psalmorum
- f. 278v-279r: Gregorius Nyssenus, De infantibus praemature abreptis
- f. 279-289v: Iohannes Chrysostomus, Thema: Psalmi
- f. 290-302v: Cyrillus Alexandrinus, Expositio in Psalmos
- f. 302v-310v: Isidorus Pelusiota, Epistulae
- f. 310-340: Catenae in Odas
Form: codex
Material: parchment
Extent: x
Layout of the pages: 340 pages
Scripts:
Decoration:
Written between the end of 11th century and the beginning of the 12th century
(258r)
Hypothesis: Athanasius - Athanasius, exp. in Ps 2
Lemma:
Ἐν τῶ πρώτω ψαλμῶ ἀσεβεῖς καὶ ἁμαρτωλοὺς καὶ λοιμοὺς ἀποφηνάμενος τοὺς ἄρχοντας τῶν ἰουδαίων. ἐν τούτω πάλιν δείκνυσι τὰς πράξεις. δι᾿ ἃς τῶν τοιούτων ὀνομάτων γεγόνασι μέτοχοι: (→ Edition)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 2,1
Lemma: Ἱνα τί ἐφρύαξαν ἔθνη ἕως κενὰ: (= Ps 2,1)
Φρύαγμα ἐστὶ. τὸ ἀλόγιστον φρόνημα· τὸ ἵνα τί. ἵνα ἢ· καὶ διὰ τί οἱ λαοὶ ἐμελέτησαν κενὰ· πῶς γὰρ οὐ κενὴ γέγονεν αὐτοῖς ἡ μελέτη. μὴ δεξαμένοις τὸν σωτῆρα τοῦ γένους· (→ Edition)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 2,2a
Lemma: Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς: (= Ps 2,2a)
Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος: (→ Edition)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 2,2b
Lemma: Καὶ οἱ ἄρχοντες ἕως ἐπὶ τὸ αὐτὸ: (= Ps 2,2b)
Τὰ προλεχθέντα τάγματα· γραμματεῖς καὶ φαρισαίοι καὶ νομικοί: (→ Edition)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 2,2c
Lemma: Κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ:(= Ps 2,2c)
Ἡ γὰρ εἰς Χριστὸν ἐπιβουλὴ. καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν πατέρα· εἰ γὰρ ἐν τῶ υἱῶ ὁ πατὴρ· καὶ ὁ υἱὸς ἐν τῶ πατρὶ, πῶς οὐχὶ μία τΐ\ς/ ἡ εἰς αὐτοὺς ὕβρις γένοιτ᾿ ἄν: (→ Edition)
(258r–v)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 2,3a
Lemma: Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν (= Ps 2,3a)
Λείπει τὸ λέγοντες. ἵνα ἦ ἡ διάνοια αὕτη· συνῆσαν κατὰ || τοῦ κυρίου καὶ κατὰ Χριστοῦ λέγοντες. διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν· οὐ γὰρ ἤθελον εἴσω τῆς ἱερᾶς γενέσθαι σαγήνης: (→ Edition)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 2,7b–c
Lemma: Ps 2,7b
Ὁρᾶς πῶς τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ μονογενοῦς οἰκειοῦται ὁ πατὴρ· τὸ, γὰρ σήμερον. οὐχ᾿ (sic!) ἔτερον (sic!) τινὰ καιρὸν· ἢ τὸν ἐνεστήκοτα σημαίνει· τοῦτέστι· τὸ\ν/ τῆς ἐπιδημίας· τὸν γὰρ ἀεί τε καὶ ὡσαὕτως ἔχοντα· καὶ συναΐδιον ἑαυτῶ λόγον τε καὶ υἱὸν· σήμερον εἰς υἱὸν γεγέννησαι φησὶν· οὐκ᾿ εἰς υἱὸν τότε δεχόμενος πρῶτον· ὃν πρὸ παντὸς αἰῶνος γεγέννηκεν. ἀλλ᾿ ὡς του [* τοῦ S του]το [* τω S το] πεφηνότα καὶ μετὰ σαρκός· ἐφ᾿ ἧπερ ἂν λέγοιτο. καὶ τὸ. σήμερον εἰκότως· ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶ [* αἰώ S αἰῶ]νος καιροῖς γ《έ》γονεν ἄνθρωπος: (→ Edition)
(260r)
Commentary fragment: quotation - Athanasius - Athanasius, exp. in Ps 26,12c
Lemma: Ps 26,12c
Τουτέστιν ἠσθένησεν ἡ καθ' ἡμῶν ἀδικία: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 29,6c–d
Lemma: Ps 29,6c–d
Τὸ εὐκατόρθωτον τῆς μετανοίας διά τούτων σημαίνει· οὐδὲ γὰρ τοσοῦτον πλῆθος ἁμαρτιῶν. ὃ μὴ ταχέως ἡ μετάνοια εἰς ἀγαλλίασιν ἐκφέρει: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
(260v)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps Ps 39,8a cf. Cyrillus, fr. in Ps 39,8 (PG 69, 989 B13–14.C4–8
Lemma: Ps 39,7a–9a
Ἐντεῦθεν εἰσφέρεται τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, πρὸς τὸν πατέρα λέγον· ἐπειδὴ φησὶν θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας· οὔτε μὴν ἡυδόκησας ἐν ὁλοκαυτώμασι τοῖς κατὰ τὸν νόμον. ἥκω σῶμα λαβὼν· ὅπερ αὐτός μοι κατηρτΐ [* κατηρτή S κατηρτΐ]σω· πνεῦμα γὰρ ἅγιον. καὶ δύναμις ὑψίστου ἐπεσκίασε τῆ παρθένω· ἥκω δὲ. ἵνα τὸ σὸν ποιήσω θέλημα · ποῖον δὲ θέλημα ἦν τοῦ πατρὸς, ὃ ὁ κύριος ἐξηγήσατο εἰρηκὼς· τοῦτo δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με· ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπὸλέσω ἐξ' αὐτοῦ. ἀλλ' ἀναστήσω αὐτὸ ἐν τῆ ἐσχάτη ἡμέρα · τὸ δὲ ἐν κεφαλΐ [* κεφαλή S κεφαλΐ]δι. βιβλίου . ταύτην ἔχει τὴν ἑρμηνείαν· κεφαλΐ [* κεφαλή S κεφαλΐ]δα βιβλίου. Ἑβραίοι τὸν νόμον φασίν· Ἡσαΐας δὲ τὸ περὶ τῆς ἐνανθρωπίσεως μυστήριον τοῦ μονογενοῦς διδασκόμενος. ἤκουεν· λάβε τόμον καινοῦ μεγάλοῦ καὶ γράψον εἰς ἄνθρωπον γραφίδι ἀνθρώπου : (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
ἐπειδὴ ... νόμον cf. Cyrillus, fr. in Ps 39,6 (PG 69, 988 B14–C1), ἥκω σῶμα ... ποιήσω θέλημα = Cyrillus, fr. in Ps 39,6 (PG 69, 988 C1–4).
(260v)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 44,8a
Lemma: Ps 44,8a–c
Ἐπειδὴ τὴν τροπὴν παθοῦσα ἡ ἀνθρώπου φύσις· καταλείψασα τὴν δικαιοσύνην. ἠγάπησε τὴν ἀνομίαν· ταύτη τοίνυν ἄνθρωπος γέγονεν ὁ μονογενὴς. κατορθῶν ἑαυτῶ τῆ ἀνθρώπου φύσει· τὸ ἀγαπᾶν δικαιοσύνην. καὶ μισεῖν ἀνομίαν· καὶ ἡ τῆς ἐνανθρωπήσεως. αὕτη ἡ αἰτία· διό φησὶν· διἀ τοῦτο ἔχρισέν σε ὁ θεός· διὰ τοῦτο δὲ ποῖον· ἢ ὥστε καὶ τοὺς ἐν μεθέξει σου γενομένους ἀγαλλιᾶσθαι· ἅτε δὴ ὡς ἐλεημένους. διὰ τὸ κατoρθῶσαι αὐτοῖς διὰ σοῦ· τὸ ἀγαπᾶν δικαιοσύνην. καὶ μισεῖν ἀνομίαν: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
'γέγονεν ἄνθρωπος ὁ μονογενὴς' cf. Cyrillus passim sed non hic, sed ταύτῃ ... φύσει cf. Cyrillus, fr. in Ps 44,7 (PG 69, 1040 A8–12).
(260v)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps Ps 45,11a
Lemma: Ps 45,11a
Εἰ μη γάρ τις πάσης φροντίδος κοσμικῆς γένηται καθαρὸς. οὐ δύναται γνῶναι τὸν θεόν: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
(260v)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 47,3a
Lemma: Ps 47,3a
Ἐξέτεινε φησὶ τὸ ἀγαλλίαμα ἐπὶ πάσης τῆς γῆς: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
(260v)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 48,6a
Lemma: Ps 48,6a–b
Κατ ἐρώτησιν καὶ ἀπόκρισιν φησὶν· ἠ δὲ ἐρώτησίς ἐστιν αὕτη· ἵνα τί φοβοῦμαι· μέχρι γὰρ τοῦ φοβοῦμαι δεῖ στίξαι· ἵνα ἦ ἡ διάνοια αὕτη· εἴ τις ἐρωτᾶ φησὶν. ἵνα τί φοβοῦμαι· τὴν αἰτίαν θέλων γνῶναι παρ' ἐμοῦ. τῆς συνεχούσης με ἀγωνίας. ἀκουέτω μετὰ παρρησίας. ὡς ἔστι⟦ς⟧ ἡμέρα πονηρᾶ. ἣν αὑτὸς φρίττων φοβοῦ πληροῦμαι· φρίττω δὲ. ὅτι ἐν ἐκεί|| νη τῆ ἡμέρα. ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με · τοῦτέστιν. ἡ παρεκτροπὴ τῆς θείας ὁδοῦ· ἣν πεποίημαι κατὰ τὸν βίον· περισπασμοῖς καὶ ἀπάτη. τὸν θεῖον παραγνοὺς νόμον· ἀντὶ τοῦ, περιστήσεταί με τὰ ἔργα τὰ πονηρὰ· ἃ πέπραχα· κυκλοῦντα με πανταχοῦ καὶ πολιορκοῦντα. καὶ μὴ ἐῶντα με τὴν κόλασιν ἐκφυγεῖν· πονηρὰν δὲ ἡμέραν. τὴν τῆς κρίσεως φησὶν· ἅτε δὴ πονηρὰν τοῖς κολαζομένοις ὑπάρχουσαν· ὁ δὲ ἀπόστολος. ἡμέραν ὀργῆς αὐτὴν ἐκάλεσεν εἰρηκώς· θησαυρίζεις σεαυτῶ ὀργὴν. ἐν ἡμέρα ὀργῆς' : (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
κατ ἐρώτησιν ... τὸν θεῖον παραβὰς νόμον cf. Eusebius, fr. 4 et Fragment Testimonium Nicetae in Ps 48,6 (ed. Villani). As quotation or close paraphrase appear the phrases Ἐντεῦθεν ἄρχεται ... ἀπόκρισιν, ἀκουέτω μετὰ παρρησίας ... ἡμέρᾳ πονηρᾷ, and the terms φρίττω, ὀργῆς, ὁδοῦ.
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 48,15a
Lemma: Ps 48,15a
Ἐπειδὴ οὐκ ἠθέλησαν ὑπὸ τὸν ἀγαθὸν εἶναι ποιμένα· ἀλλὰ τὴν ἑαυτῶν τιμὴν ἀπωσάμενοι παραπλησίως τοῖς κτήνεσιν· ὡς τοῖς κτήνεσι τὰ σώματα διεφθάρησαν· ταύτη τοι. καὶ θρέμματα γεγόνασιν ἅδου. ὡς λοιπὸν αὐτὸν ποιμαίνοντα αὐτοὺς· εἰς τὰς αὐτοῦ νομὰς ἀπάξειν· τοὺς μὲν 'εἰς τὸ πῦρ τὸ αἰώνιον · τοὺς δὲ. 'ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων · τοὺς δὲ. 'εἰς τὸ σκότος τὸ ἐξώτερον : (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
τὰ σώματα διεφθάρησαν ... εἰς τὸ σκότος τὸ ἐξώτερον cf. Eusebius, fr. 9 in Ps 48,15a–16c (ed. Villani).
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 48,15b
Lemma: Ps 48,15b
Οὐκἔτι φησὶ ὥσπερ ἐν τῶ παρόντι βίω ὄντες. ἐξαναστήσονται τῶν εὐσεβῶν· τοῦναντίον δὲ. οἱ τοῦ καιροῦ τῆς πρωΐας ἀξιωθέντες, καὶ τοῦ νέου φωτὸς τῶν ἀ [* τῶνεὐ m1τῶνἀ]σεβῶν κατακυριεύσουσιν: – (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
εὐσεβῶν ... κατακυριεύσουσιν cf. Eusebius, fr. 9 in Ps 48,15a–16c (ed. Villani).
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 48,15c
Lemma: Ps 48,15c
Πᾶσα φησὶν ἡ βοήθεια αὐτῶν· ἤτοι ἡ ἰσχὺς. ἣν ἔσχον ἐκ δόξης. τῶ θανάτω διαλυθήσεται· τὸ γὰρ παλαιωθήσονται· ἀντὶ τοῦ διαλυθήσεται τέθεικεν: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
(261r)
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 48,16a
Lemma:
Ἐμοῦ φησὶ τοῦ ταῦτα λέγοντος· λυτρώσεται ὁ θεὸς τὴν ψυχὴν πρὸς τὸ μὴ συναπαχθῆναι αὐτὴν. καὶ μὴ ἐρημωθῆναι μετὰ τῶν τοῦ ἅδου προβάτων: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 49,4a
Lemma: Ps 49,4a
Τοὺς οὐράνιον φησὶ πολιτείαν ἐπιτηδεύοντας· συνάξει εἰς τὰς ἄνω μονάς: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]
Commentary fragment: quotation - (Athanasius) - Athanasius, exp. in Ps 49,4b
Lemma: Ps 49,4b
Καὶ πάντας φησὶ τοὺς ἐπὶ τῆς γῆς συνάξει. ἐπὶ τῶ χωρίσαι τοὺς δικαίους τῶν μὴ τοιούτων: (→ Edition)
Attribution: [τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκὀπου Ἀλεξανδρείας ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ ψαλτήριον]



Commentary fragment: quotation - Athanasius - Athanasius, exp. in Ps 1,1
Lemma: Μακάριος ἀνὴρ. ἕως οὐκ᾿ ἐκάθι [* ἐκάθ S ἐκάθι]σεν: (= Ps 1,1)
Τὴν ἀρχὴν τῆς προφητείας. τῶ ἐξ᾿ αὐτοῦ κατὰ σάρκα τεχθησομένω Χριστῶ ἀνατίθησιν ὁ Δαυΐδ· διὸ ἐν πρώτοις μακαρίζει τοὺς εἰς αὐτὸν ἠλπικότας· μακαρίους δὲ καλεῖ. τοὺς μὴ πορευθέντας ἐν βουλῆ ἀσεβῶν· μήτε μὴν στάντας ἐν ὁδῶ ἁμαρτωλῶν· μήτε ἐπικαθέδραν κεκαθικότας λοιμῶν· τρία γὰρ ἦν τάγματα παρ᾿ ἰουδαίοις. κατὰ τοῦ σωτῆρος ἐπαναστάντα· γραμματεῖς. καὶ φαρισαίοι. καὶ νομικοὶ· καὶ κληθεῖεν εἰκότως. ἀσεβεῖς· καὶ ἁμαρτωλοὶ· καὶ λοιμοί: (→ Edition)
→ Vat. gr. 754